Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.200 Joseph. AJ 10.205 (English) >>Joseph. AJ 10.210

10.203

Εἰσελθὼν δὲ πρὸς τὸν βασιλέα Δανίηλος παρῃτεῖτο πρῶτον μὴ σοφώτερον αὐτὸν δόξαι τῶν ἄλλων Χαλδαίων καὶ μάγων, ὅτι μηδενὸς ἐκείνων τὸ ὄναρ εὑρεῖν δυνηθέντος αὐτὸς αὐτὸ μέλλοι λέγειν· οὐ γὰρ κατʼ ἐμπειρίαν οὐδʼ ὅτι τὴν διάνοιαν αὐτῶν μᾶλλον ἐκπεπόνηται τοῦτο γίνεται, ἀλλʼ ἐλεήσας ἡμᾶς θεὸς κινδυνεύοντας ἀποθανεῖν δεηθέντι περί τε τῆς ἐμῆς ψυχῆς καὶ τῶν ὁμοεθνῶν καὶ τὸ ὄναρ καὶ τὴν κρίσιν αὐτοῦ φανερὰν ἐποίησεν. 10.204οὐχ ἧττον γὰρ τῆς ἐφʼ ἡμῖν αὐτοῖς καταδικασθεῖσιν ὑπὸ σοῦ μὴ ζῆν λύπης περὶ τῆς σῆς αὐτοῦ δόξης ἐφρόντιζον ἀδίκως οὕτως ἄνδρας καὶ ταῦτα καλοὺς κἀγαθοὺς ἀποθανεῖν κελεύσαντος, οἷς οὐδὲν μὲν ἀνθρωπίνης σοφίας ἐχόμενον προσέταξας, δʼ ἦν θεοῦ τοῦτο ἀπῄτεις παρʼ αὐτῶν. 10.205σοὶ τοίνυν φροντίζοντι περὶ τοῦ τίς ἄρξει τοῦ κόσμου παντὸς μετὰ σέ, κοιμηθέντι βουλόμενος δηλῶσαι πάντας θεὸς τοὺς βασιλεύσοντας ὄναρ ἔδειξε τοιοῦτον· 10.206ἔδοξας ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ τὴν μὲν κεφαλὴν συνέβαινεν εἶναι χρυσῆν, τοὺς δὲ ὤμους καὶ τοὺς βραχίονας ἀργυροῦς, τὴν δὲ γαστέρα καὶ τοὺς μηροὺς χαλκέους, κνήμας δὲ καὶ πόδας σιδηροῦς. 10.207εἶτα λίθον ἐξ ὄρους ἀπορραγέντα ἐμπεσεῖν τῷ ἀνδριάντι καὶ τοῦτον καταβαλόντα συνθρύψαι καὶ μηδὲν αὐτοῦ μέρος ὁλόκληρον ἀφεῖναι, ὡς τὸν μὲν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον ἀλεύρων λεπτότερον γενέσθαι, καὶ τὰ μὲν ἀνέμου πνεύσαντος σφοδροτέρου ὑπὸ τῆς βίας ἁρπαγέντα διασπαρῆναι, τὸν δὲ λίθον αὐξῆσαι τοσοῦτον, ὡς ἅπασαν δοκεῖν τὴν γῆν ὑπʼ αὐτοῦ πεπληρῶσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.200 Joseph. AJ 10.205 (English) >>Joseph. AJ 10.210

Powered by PhiloLogic